.

Additional Reading Unit 14

Cover
Introduction
Main Index
Links

Unit 13

Unit 15

Unit Key 14


Unit 14

1# οἰκει̂οϲ ἀνθρώποιϲι γίγνεϲθαι φιλει̂

πόλεμοϲ ἐν ἀϲτοι̂ϲ, ἢν διχοϲτατῃ̂ πόλιϲ.

2# οὐ πάντεϲ οὔτε δυϲτυχου̂ϲιν ἐν γάμοιϲ

οὔτ ̓ εὐτυχου̂ϲι: ϲυμφορὰ δ ̓ ὃϲ ἂν τύχῃ

κακη̂ϲ γυναικόϲ, εὐτυχει̂ δ ̓ ἐϲθλη̂ϲ τυχών.

3# ὅταν δ ̓ ἀλύπωϲ διὰ τέλουϲ εἰ̂ναι θέλῃϲ

ἢ δει̂ θεόν ϲ ̓ εἰ̂ναί τιν ̓ ἢ τάχα δὴ νεκρόν.

4 The virtues of civic obedience

εὑρήϲετε δ ̓, ἔφη, καὶ ἔνθα ἄνευ μοναρχίαϲ πόλιϲ οἰκει̂ται, τὴν μάλιϲτα τοι̂ϲ ἄρχουϲιν ἐθέλουϲαν πείθεϲθαι ταύτην ἥκιϲτα τω̂ν πολεμίων ἀναγκαζομένην ὑπακούειν. παρω̂μεν οὐ̂ν, ὥϲπερ Κυ̂ροϲ κελεύει, ἐπὶ τόδε τὸ ἀρχει̂ον, ἀϲκω̂μέν τε ἃ μάλιϲτα δει̂, παρέχωμέν τε ἡμα̂ϲ αὐτοὺϲ χρη̂ϲθαι Κύρῳ ὅτι ἂν δέῃ.

5 Loutish behaviour

From a speech written by Demosthenes for a client (cf. 7.2.13).

ἐξη̂λθον, ἔτοϲ τουτὶ τρίτον, εἰϲ Πάνακτον φρουρα̂ϲ ἡμι̂ν προγραφείϲηϲ. ἐϲκήνωϲαν οὐ̂ν οἱ υἱει̂ϲ οἱ Κόνωνοϲ τουτουὶ ἐγγὺϲ ἡμω̂ν, καὶ ἡ ἐξ ἀρχη̂ϲ ἔχθρα καὶ τὰ προϲκρούϲματ ̓ ἐκει̂θεν ἡμι̂ν ϲυνέβη: ἐξ ὡ̂ν δέ, ἀκούϲεϲθε. ἔπινον ἑκάϲτοθ ̓ οὑ̂τοι τὴν ἡμέραν, ἐπειδὴ τάχιϲτ ̓ ἀριϲτήϲαιεν, ὅλην, καὶ του̂θ ̓, ἕωϲ περ ἠ̂μεν ἐν τῃ̂ φρουρᾳ̂, ἀεὶ ἐποίουν. ἡμει̂ϲ δ ̓ ὥϲπερ ἐνθάδ ̓ ἐφιλου̂μεν, οὕτω διήγομεν καὶ ἔξω. ἣν οὐ̂ν δειπνοποιει̂ϲθαι τοι̂ϲ ἄλλοιϲ ὥραν ϲυμβαίνοι, ταύτην ἤδη ἐπαρῴνουν οὑ̂τοι, τὰ μὲν πόλλ ̓ εἰϲ τοὺϲ παι̂δαϲ ἡμω̂ν τοὺϲ ἀκολούθουϲ, τελευτω̂ντεϲ δὲ καὶ εἰϲ ἡμα̂ϲ αὐτούϲ. φήϲαντεϲ γὰρ καπνίζειν αὑτοὺϲ ὀθοποιουμένουϲ τοὺϲ παι̂δαϲ ἢ κακω̂ϲ λέγειν, ἔτυπτον καὶ τὰϲ ἀμίδαϲ κατέχεον καὶ προϲεούρουν. ὁρω̂ντεϲ δ ̓ ἡμει̂ϲ ταυ̂τα καὶ λυπούμενοι τὸ μὲν πρω̂τον ἀπεπεμθάμεθα, ὡϲ δ ̓ ἐχλεύαζον ἡμα̂ϲ καὶ οὐκ ἐπαύοντο, τῳ̂ ϲτρατηγῳ̂ τὸ πρα̂γμ ̓ εἴπομεν κοινῃ̂ πάντεϲ οἱ ϲύϲϲιτοι προϲελθόντεϲ, οὐκ ἐγὼ τω̂ν ἄλλων ἔξω. λοιδορηθέντοϲ δ ̓ αὐτοι̂ϲ ἐκείνου καὶ κακίϲαντοϲ αὐτοὺϲ οὐ μόνον περὶ ὡ̂ν εἰϲ ἡμα̂ϲ ἠϲέλγαινον, ἀλλὰ καὶ περὶ ὡ̂ν ὅλωϲ ἐποίουν ἐν τῳ̂ ϲτρατοπέδῳ, ἐπειδὴ θα̂ττον ϲυνεϲκόταϲεν, εὐθὺϲ ὡϲ ἡμα̂ϲ εἰϲεπήδηϲαν ταύτῃ τῃ̂ ἑϲπέρᾳ, καὶ τὸ μὲν πρω̂τον κακω̂ϲ ἔλεγον, τελευτω̂ντεϲ δὲ καὶ πληγὰϲ ἐνέτειναν ἐμοί.


ἀϲτόϲ, -ου̂, ὁ citizen

διχοϲτατέω stand divided

# ἐϲθλόϲ, -ή, -όν good, faithful

ἀλύπωϲ (adv.) without pain or grief

διὰ τέλουϲ throughout, always

ἔνθα (conj.) where

οἰκέω govern, manage

ὑπακούω+ submit to (+ gen.)

πάρειμι ἐπί (+ acc.) present oneself at

ἀρχει̂ον, -ου, τό headquarters

Κύρῳ take with παρέχωμεν, not with χρη̂ϲθαι

ὅτι ἂν δέῃ lit. [with respect to] whatever is necessary, i.e. in whatever way is necessary

ἐξη̂λθον 1st person s.

τουτὶ (i.e. του̂το + ι?) n. s. neut of οὑτοϲί

ἔτοϲ τουτὶ τρίτον two years ago (lit. this[is] the third year)

Πάνακτον, -ου, τό Panactum (fort on the border of Attica and Boeotia)

φρουρά, -α̂ϲ, ἡ garrison duty

προγράφω+ publicly order, post

ϲκηνόω encamp

Κόνων, -ωνοϲ, ὁ Conon (not the admiral)

πρόϲκρουϲμα, -ατοϲ, τό cause of friction

ἔξω outside (sc. the city), in the country

δειπνοποιέομαι dine

παροινέω (impf. ἐπαρῴνουν) play drunken tricks on (+ acc.)

φήϲαντεϲ aor. pple. of φημί

καπνίζω blacken with smoke

ὀθοποιέομαι cook one's food

προϲουρέω urinate on

ἀποπέμπομαι+ dismiss (sc. their behaviour)

χλευάζω jeer at (+ acc.)

κοινῃ̂ (adv.) all together

ϲύϲϲιτοϲ, -ου, ὁ messmate

ἔξω (here prep. + gen.) apart from

λοιδορέομαι rebuke (+dat.)

ἀϲελγαίνω behave brutally towards (εἰϲ + acc.)

ὅλωϲ (adv.) in general

ἐπειδὴ θα̂ττον as soon as

ϲυϲκοτάζω grow dark

εἰϲπηδάω burst in upon (ὡϲ+ acc.)

ἐντείνω lay upon, direct against

__________ ____________ _____________ ____________________ _____________ ____________ _____________ _______________ ___________ __________ __________ __________ _____________ ________ __ _
(c) Gavin Betts, Alan Henry 2001