Unit 11
1# βουλῇ γὰρ ἀνδρὸς εὖ μὲν οἰκοῦνται πόλεις,
εὖ δʼ οἶκος. ἔς τʼ αὖ πόλεμον ἰσχύει μέγα:
σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας
νικᾷ, σὺν ὄχλῳ δʼ ἀμαθία πλεῖστον κακόν.
2 πολλαῖσι πληγαῖς δρῦς δαμάζεται.
3# ναῦν τοι μίʼ ἄγκυρʼ οὐδαμῶς σῴζειν φιλεῖ.
4 μώρῳ καὶ βασιλεῖ νόμος ἄγραφος.
5 ἐκ τοῦ βοὸς ἡ μάστιξ γίγνεται.
6 ἐπειρώμην τι λέγειν ὧν εἰς τὴν βουλὴν ἀπήγγειλα.
7# ἀνδρὸς ὑπʼ ἐσθλοῦ καὶ τυραννεῖσθαι καλόν.
8# ὦ παῖ Διώνης, ὡς ἔφυς μέγας θεός,
Διόνυσε, θνητοῖς τʼ οὐδαμῶς ὑποστατός.
9# ἐξ ἡδονῆς γὰρ φύεται τὸ δυστυχεῖν.
10# λιμὴν νεὼς ὅρμος, βίου δʼ ἀλυπία.
11# ὑπὸ τῆς ἀνάγκης πάντα δουλοῦται ταχύ.
12 More stories about Diogenes
(i) ὁ δὲ Διογένης ἔλεγε τάδε· τῶν θεῶν ἐστι πάντα· φίλοι δὲ οἱ σοφοὶ τοῖς θεοῖς· κοινὰ δὲ τὰ τῶν φίλων. πάντʼ ἄρα ἐστὶ τῶν σοφῶν.
(ii) Πλάτωνος ὁρισαμένου (having formulated the definition), ἄνθρωπός ἐστι ζῷον δίπουν ἄπτερον, τίλας ἀλεκτρυόνα εἰσήνεγκεν αὐτὸν εἰς τὴν σχολὴν καί φησιν, οὗτός ἐστιν ὁ Πλάτωνος ἄνθρωπος.
(iii) ἐπορεύετο ἐκ Λακεδαίμονος εἰς ʼΑθήνας· πρὸς οὖν τὸν πυθόμενον (the [man] asking), ποῖ καὶ πόθεν; ἐκ τῆς ἀνδρωνίτιδος, εἶπεν, εἰς τὴν γυναικωνῖτιν.
(iv) ἐρωτηθεὶς (having been asked) ποίῳ καιρῷ δεῖ γαμεῖν, ἔφη, τοὺς μὲν νέους μηδέπω, τοὺς δὲ ἄλλους μηδεπώποτε.
13 From Xenophon's Anabasis.
ἐπεὶ γὰρ ἡμέρα ἐγένετο ἐπορεύοντο καὶ ἐν δεξιᾷ ἀεὶ εἶχον τὸν ἥλιον. ἐβούλοντο δὲ ἅμα ἡλίῳ δύνοντι (at sunset) εἰς κώμας τῆς Βαβυλωνίας χώρας ἀφικέσθαι· καὶ τοῦτο μὲν οὐκ ἐψεύσθησαν. ἔτι δὲ ἀμφὶ δείλην ἔδοξαν πολεμίους ὁρᾶν ἱππέας, καὶ ʼΑριαῖος, ὃς ἐφʼ ἁμάξης ἐπορεύετο διὰ τὰ τραύματα, κατέβη καὶ ἐθωρακίζετο καὶ οἱ σὺν αὐτῷ. ἐν ᾧ δὲ ὡπλίζοντο ἧκον οἱ σκοποὶ οἳ προεπέμφθησαν καὶ εἶπον ὅτι οὐχ ἱππεῖς εἰσιν, ἀλλʼ ὑποζύγια νέμονται. καὶ εὐθὺς ἔγνωσαν πάντες ὅτι ἐγγύς που ἐστρατοπεδεύετο βασιλεύς· καὶ γὰρ καπνὸς ἐφαίνετο ἐν κώμαις οὐ πρόσω.
οἰκέω manage, govern
ἰσχύω be strong
μέγα (adv.) greatly, much
βούλευμα, -ατος, τό counsel, plan
δρῦς, δρυός, ἡ oak-tree
# δαμάζω overcome, overthrow
μίʼ i.e. μία
ἄγραφος, -ον unwritten
μάστιξ, -ιγος, ἡ whip
# ἐσθλός, -ή, -όν good, noble
τυραννέομαι be ruled
Διώνη, -ης, ἡ Dione (a consort of Zeus)
# ὑποστατός, -όν to be withstood
ὅρμος, -ου, ὁ anchorage, haven
ἀλυπία, -ας, ἡ freedom from pain or grief
ταχύ (adv.) quickly
ὁρίζομαι formulate a definition
δίπους, -ποδος, ὁ, ἡ two-footed
ἄπτερος, -ον featherless
τίλλω pluck
ἀλεκτρυών, -όνος, ὁ cock
σχολή, -ῆς, ἡ school
ἀνδρωνῖτις, -ιδος, ἡ men's quarters
μηδέπω (adv.) not yet
μηδεπώποτε (adv.) never yet at any time
Βαβυλωνία, -ας, ἡ Babylonia
ψεύδομαι be deceived or disappointed in (+ acc.)
δείλη, -ης, ἡ afternoon
θωρακίζομαι put on one's breastplate
ἐν ᾧ while
ὁπλίζομαι arm oneself
σκοπός, -οῦ, ὁ scout
προπέμπω+ send ahead
νέμομαι graze, feed
|