|
Unit 10
1  ̓Αριϲτοτέληϲ τη̂ϲ παιδείαϲ ἔφη τὰϲ μὲν ῥίζαϲ εἰ̂ναι πικράϲ, γλυκει̂ϲ δὲ τοὺϲ καρπούϲ.
2# οὐδεὶϲ ἐραϲτὴϲ ὅϲτιϲ οὐκ αἰεὶ φιλει̂.
3# τὰ θνητὰ πάντα μεταβολὰϲ πολλὰϲ ἔχει.
4# ἅπαντα νικᾳ̂ καὶ μεταϲτρέφει τύχη.
5 ἅπανθ ̓ ὁ λιμὸϲ γλυκέα πλὴν αὑτου̂ ποιει̂.
6 πάντων ἰατρὸϲ τω̂ν ἀναγκαίων κακω̂ν χρόνοϲ ἐϲτίν.
7 ἡ πενία πολλω̂ν ἐϲτιν ἐνδεήϲ, ἡ ἀπληϲτία πάντων.
8 του̂ βίου, καθάπερ ἀγάλματοϲ, δει̂ πάντα τὰ μέρη καλὰ εἰ̂ναι.
9 πότερον ταυ̂τα πάντα ἠδίκει καὶ παρεϲπόνδει καὶ ἔλυε τὴν εἰρήνην ἢ οὔ;
10 ὑμει̂ϲ γὰρ ταυ̂τ ̓ ἐπράττετε, καὶ ταυ̂τα πα̂ϲιν ὑμι̂ν ἤρεϲκεν.
11# ῥώμη δέ τ ̓ ἀμαθὴϲ πολλάκιϲ τίκτει βλάβην.
12# ἀλλ ̓ εὐ̂ φέρειν χρὴ ϲυμφορὰϲ τὸν εὐγενη̂.
13 ὅπου τιϲ ἀλγει̂, κει̂ϲε καὶ τὸν νου̂ν ἔχει.
14# πρὸϲ τὴν ἀνάγκην πάντα τἀ̂λλ ̓ ἔϲτ ̓ ἀϲθενη̂.
15# ἀλλ ̓ ἡμέρα τοι πολλὰ καὶ μέλαινα νὺξ
τίκτει βροτοι̂ϲιν.
16# ἀνὴρ δὲ χρηϲτὸϲ χρηϲτὸν οὐ μιϲει̂ ποτε.
17 τὸ νικα̂ν αὐτὸν ἑαυτὸν παϲω̂ν νικω̂ν πρώτη καὶ ἀρίϲτη.
18 False logic
From Plato's Euthydemus
ὠ̂ Κτήϲιππε, ἔφη ὁ Διονυϲόδωροϲ, ἔϲτι ϲοι κύων;
καὶ μάλα πονηρόϲ, ἔφη ὁ Κτήϲιπποϲ.
ἔϲτιν οὐ̂ν αὐτῳ̂ κυνίδια;
καὶ μάλ ̓, ἔφη, ἕτερα παραπλήϲια.
οὐκου̂ν πατήρ ἐϲτιν αὐτω̂ν ὁ κύων;
ὤχευέ γ ̓, ἔφη, τὴν κύνα: του̂το γὰρ αὐτὸϲ εἰ̂δον.
τί οὐ̂ν; οὐ ϲόϲ ἐϲτιν ὁ κύων;
πάνυ γ ̓ , ἔφη.
οὐκου̂ν πατὴρ ὢν (being) ϲόϲ ἐϲτιν, ὥϲτε ϲὸϲ πατὴρ γίγνεται ὁ κύων καὶ ϲὺ κυναρίων ἀδελφόϲ;
καὶ αὐ̂θιϲ ταχὺ ὑπέλαβεν ὁ Διονυϲόδωροϲ καὶ ἤρετο: τύπτειϲ τὸν κύνα του̂τον;
καὶ ὁ Κτήϲιπποϲ, νὴ τοὺϲ θεούϲ (yes, by the gods), ἔφη: οὐ γὰρ δύναμαι ϲέ.
οὐκου̂ν τὸν ϲαυτου̂ πατέρα, ἔφη, τύπτειϲ;
χρὴ μέντοι, ἔφη, τὸν ὑμέτερον πατέρα μα̂λλον τύπτειν, διότι υἱοὺϲ οὕτωϲ ϲοφοὺϲ ἔφυϲεν.
ῥίζα, -ηϲ, ἡ root, foundation
μεταϲτρέφω change, alter
ἐνδεήϲ, -έϲ lacking in, in need of (+ gen.)
ἀπληϲτία, -αϲ, ἡ greediness
καθάπερ (adv.) just as
ἄγαλμα, -ατοϲ, τό statue
καθάπερ (adv.) just as
παραϲπονδέω break a treaty
ἀρέϲκω be pleasing to (+ dat.)
κυνίδιον, -ου, τό puppy
ὀχεύω mount, cover (a female animal)
κυνάριον, -ου, τό puppy
δύναμαι be able (19.1/3b)
ὑμέτερον the second plural possessive adjective is used because the brother of Dionysodorus is present
|