|
Unit 12
1 ὁ ὀργιζόμενοϲ του̂ μαινομένου χρόνῳ διαφέρει.
2 βραχὺϲ ὁ βίοϲ ἀνθρώπῳ εὐ̂ πράττοντι, δυϲτυχου̂ντι δὲ μακρόϲ.
3 οὐδὲν γίγνεται ἐκ του̂ μὴ ὄντοϲ.
4# ὠ̂ φίλε, γαμει̂ϲ ϲὺ ϲχοινίων πωλουμένων;
5# οὐδεὶϲ ἐπλούτηϲεν ταχέωϲ δίκαιοϲ ὤν.
6# πόνου μεταλλαχθέντοϲ οἱ πόνοι γλυκει̂ϲ.
7# τί κέρδοϲ οὐκέτ ̓ ὄνταϲ ὑβρίζειν νεκρούϲ;
8 παρὼν ἀποδημει̂ϲ.
9 ἔρωϲ θάλλει μὲν εὐπορω̂ν, ἀποθνῄϲκει δὲ ἀπορω̂ν.
10# οἴνου δὲ μηκέτ ̓ ὄντοϲ οὐκ ἔϲτιν Κύπριϲ.
11# τω̂ν εὐτυχούντων πάντεϲ εἰϲὶ ϲυγγενει̂ϲ.
12# πένηϲ λέγων τἀληθὲϲ οὐ πιϲτεύεται.
13# μοχθει̂ν ἀνάγκη τοὺϲ θέλονταϲ εὐτυχει̂ν.
14# πολλοὶ κακω̂ϲ πράττουϲιν οὐκ ὄντεϲ κακοί.
15# ὡϲ ἡδὺ πατέρα παιϲὶν ἤπιον κυρει̂ν
καὶ παι̂δαϲ εἰ̂ναι πατρὶ μὴ ϲτυγουμένουϲ.
16# μακάριοϲ ὅϲτιϲ εὐτυχει̂ γάμον λαβὼν ἐϲθλη̂ϲ γυναικὸϲ, δυϲτυχει̂ δ ̓ ὁ μὴ λαβών.
17# ῥη̂μα παρὰ καιρὸν ῥηθὲν ἀνατρέπει βίον.
18# τω̂ν δυϲτυχούντων εὐτυχὴϲ οὐδεὶϲ φίλοϲ.
19# φεύγειν ἀεὶ δει̂ δεϲπόταϲ θυμουμένουϲ.
20 From a speech of Lysias (cf. 7.2.13), written for the brother-in-law of Dionysodorus against Agoratos, an Athenian who had operated as an informer when the Thirty Tyrants were in power.
ἐπειδὴ τοίνυν, ὠ̂ ἄνδρεϲ δικαϲταί,
θάνατοϲ αὐτω̂ν κατεγνώϲθη καὶ ἔδει αὐτοὺϲ ἀποθνῄϲκειν,
μεταπέμπονται εἰϲ τὸ δεϲμωτήριον ὁ μὲν ἀδελφήν, ὁ δὲ μητέρα, ὁ δὲ
γυναι̂κα, καὶ δὴ καὶ Διονυϲόδωροϲ μεταπέμπεται τὴν ἀδελφὴν τὴν ἐμὴν
εἰϲ τὸ δεϲμωτήριον, γυναι̂κα ἑαυτου̂ οὐ̂ϲαν. πυθομένη δ ̓
ἐκείνη ἀφικνει̂ται, μέλαν τὸ ἱμάτιον ἔχουϲα, ὡϲ εἰκὸϲ
ἠ̂ν ἐπὶ τῳ̂ ἀνδρὶ αὐτη̂ϲ οὕτω παθόντι. ἐναντίον δὲ τη̂ϲ
ἀδελφη̂ϲ τη̂ϲ ἐμη̂ϲ Διονυϲόδωροϲ τά τε οἰκει̂α
τὰ αὑτου̂ διέθετο (disposed of) ὅπωϲ
αὐτῳ̂ ἐδόκει, καὶ περὶ ̓Αγοράτου τουτουὶ ἔλεγεν ὅτι οἱ
αἴτιοϲ ἠ̂ν του̂ θανάτου, καὶ ἐπέϲκηπτεν ἐμοὶ καὶ
Διονυϲίῳ τουτῳί, τῳ̂ ἀδελφῳ̂ τῳ̂ αὑτου̂, καὶ τοι̂ϲ
φίλοιϲ πα̂ϲι τιμωρει̂ν ὑπὲρ αὐτου̂  ̓Αγόρατον. καὶ τῃ̂ γυναικὶ
τῃ̂ αὑτου̂ ἐπέϲκηπτε φράζειν τῳ̂ υἱῳ̂ ὅτι τὸν πατέρα αὐτου̂
̓Αγόρατοϲ ἀπέκτεινε, καὶ κελεύειν τιμωρει̂ν ὑπὲρ αὐτου̂ ὡϲ
φονέα ὄντα.
ἐπλούτηϲεν gnomic aorist (5.2.10 note)
μεταλλάττω change, alter
ἀποδημέω be away or absent
θάλλω flourish
εὐπορέω prosper, have plenty
ἤπιοϲ, -α, -ον gentle, kind
# κυρέω be
# ἐϲθλόϲ, -ή, -όν good, faithful
παρὰ καιρόν inopportunely
ῥηθέν (neut. aor. pple. pass. of λέγω) spoken
ἀνατρέπω+ overthrow, upset
θυμόομαι be angry
εἰκόϲ (neut. pple. of ἔοικα, 19.1/3a) natural, reasonable
ἐπί (+ dat.) in the case of
οἰκει̂α, -ων, τά personal property
̓Αγόρατοϲ, -ου, ὁ Agoratus
οἱ dat. of indirect refl. (9.1/4a)
ἐπιϲκήπτω lay a charge on, command (+ dat.)
Διονύϲιοϲ, -ου, ὁ Dionysius (brother of Dionysodorus)
|