Unit 3
Stories from Aesop
1 The wolves and the sheep
(i) λύκοι ἐπιβουλεύουσι ποίμνῃ προβάτων, ἀλλʼ οὐχ οἷοί τʼ εἰσὶ (they are not able) τὰ πρόβατα ἁρπάζειν διὰ τὰ κυνίδια.
(ii) οἱ λύκοι ἐθέλουσι διὰ δόλου τὰ πρόβατα ἀποκτείνειν καὶ ἐσθίειν.
(iii) ἀγγέλους πέμπουσιν οἱ λύκοι καὶ τοῖς προβάτοις λέγουσιν: ὦ πρόβατα, τὰ κυνίδια αἴτιά ἐστι τῆς ἔχθρας, ἀλλʼ εἰρήνην ἐθέλομεν ἔχειν.
(iv) τὰ πρόβατα περὶ τοῦ κινδύνου οὐ φροντίζει καὶ οἱ λύκοι τὰ κυνίδια ἀπάγουσιν.
(v) ἐπεὶ ἡ ποίμνη ἀφύλακτός ἐστιν, οἱ λύκοι τὰ πρόβατα ῥᾳδίως ἀποκτείνουσιν καὶ ἐσθίουσιν.
(vi) ὁ μῦθος σαφηνίζει ὅτι οὐ δεῖ τοῖς πονηροῖς πιστεύειν ἀλλὰ τοῖς φίλοις.
2 The ass and the horse
ὄνος ἵππον μακαρίζει ὡς ἀφθόνως καὶ ἐπιμελῶς τὴν τροφὴν παρέχει ὁ δεσπότης, ἐπειδὴ ὁ ὄνος οὐδὲ (not even) ἀχύρων ἅλις ἔχει καὶ τὸν βίον μάλα χαλεπὸν ἄγει. ἀλλʼ ἐπεὶ πόλεμός ἐστι καὶ ὁ στρατιώτης ἔνοπλος ἀναβαίνει τὸν ἵππον καὶ πανταχόσε ἐλαύνει καὶ δὴ καὶ τοῖς πολεμίοις ἐπέχει, τὰ τῶν πολεμίων ὅπλα τὸν ἵππον τραυματίζει. καὶ νῦν οὐ μακαρίζει τὸν ἵππον ὁ ὄνος.
3 The wild ass
ὄνος ἄγριος ὄνον
ἥμερον προσβλέπει ἐν εὐηλίῳ τόπῳ καὶ μακαρίζει
αὐτὸν (him) ἐπὶ
τῇ εὐεξίᾳ καὶ τῇ τροφῇ. ἀλλʼ
ὕστερον ἐπειδὴ ὁ ὀνηλάτης
ῥοπάλοις παίει τὸν ἥμερον ὄνον, ὁ ἄγριος
λέγει: ἐγὼ οὐκέτι σε (you)
εὐδαιμονίζω, ἐπειδὴ οὐκ ἄνευ κακῶν
μεγάλων τὴν ἀφθονίαν ἔχεις. οὕτως οὐκ
ἔστι ζηλωτὰ τὰ μετὰ κινδύνων καὶ
ταλαιπωριῶν ἀγαθά.
ποίμνη, -ης, ἡ flock
κυνίδιον, -ου, τό little dog
ἀφύλακτος, -ον unguarded
μακαρίζω deem happy
ἀφθόνως (adv.) abundantly
ἐπιμελῶς (adv.) carefully
ἅλις (adv.) enough (+ gen.)
ἔνοπλος, -ον in armour, armed
πανταχόσε (adv.) in every direction
ἐπέχω+ attack (+ dat.)
τραυματίζω wound
ἥμερος, -ον tame, domestic
εὐεξία, -ας, ἡ good condition
ὀνηλάτης, -ου, ὁ ass-driver
παίω strike
εὐδαιμονίζω consider happy
ἀφθονία, -ας, ἡ abundance
ζηλωτός, -ή, -όν enviable
|