.

Additional Reading Unit 19

Cover
Introduction
Main Index
Links

Unit 18

Unit 20

Unit Key 19


Unit 19

1 # μελέτη χρονισθεῖσʼ εἰς φύσιν καθίσταται.

2 καὶ τὸ τοῦ Λίβυος ἀπόφθεγμα εὖ ἂν ἔχοι: ὁ γὰρ ἐρωτηθείς, τί μάλιστα ἵππον πιαίνει, ὁ τοῦ δεσπότου ὀφθαλμός, ἔφη.

3 τὸ μὲν οὖν ἐπιτιμᾶν φήσειέ τις ἂν ῥᾴδιον εἶναι, τὸ δʼ ὑπὲρ τῶν παρόντων ὅτι δεῖ πράττειν, τοῦτʼ εἶναι συμβούλου.

4 τὴν ἑαυτοῦ σκιὰν δέδοικεν.

5 ἡδύ τοι σωθέντα μεμνῆσθαι κακῶν.

6# ἀεὶ τὰ σεμνὰ πάντα κέκτηται φθόνον.

7 πτωχοῦ πήρα οὐ πίμπλαται.

8# πρὸς τὴν ἀνάγκην οὐδʼ ῞Αρης ἀνθίσταται.

9# ἀλλʼ εἰ μὲν ἦν κλαίουσιν ἰᾶσθαι κακὰ

καὶ τὸν θανόντα δακρύοις ἀνιστάναι,

ὁ χρυσὸς ἧσσον κτῆμα τοῦ κλαίειν ἂν ἦν.

νῦν δʼ, ὦ γέραιε, ταῦτʼ ἀνηνύτως ἔχει

τὸν ἐν τάφῳ κρυφθέντα πρὸς τὸ φῶς ἄγειν.

10# ἕν ἐστι πάντων πρῶτον εἰδέναι τουτί,

φέρειν τὰ συμπίπτοντα μὴ παλιγκότως:

χοὖτός γʼ ἀνὴρ ἄριστος αἵ τε συμφοραὶ

ἧσσον δάκνουσιν. ἀλλὰ ταῦτα γὰρ λέγειν

ἐπιστάμεσθα, δρᾶν δʼ ἀμηχάνως ἔχει.

11# ὁ δʼ ἡδὺς αἰὼν ἡ κακή τʼ ἀνανδρία

οὔτʼ οἶκον οὔτε πόλιν ἀνορθώσειεν ἄν.

12# οὐκ ἂν προδοίην καίπερ ἄψυχον φίλον.

13# νοῦ δʼ οἶνος ἐξέστησέ μʼ: ὁμολογῶ δέ σε

ἀδικεῖν, τὸ δʼ ἀδίκημʼ ἐγένετʼ οὐχ ἑκούσιον.

14# ὁ γὰρ τὸν ἴδιον οἰκονομῶν κακῶς βίον

πῶς οὗτος ἂν σώσειε τῶν ἔξω τινά;

15 ἐφόδιον εἰς τὸ γῆρας αἰεὶ κατατίθου.

16# ἐχθροῖς ἀπιστῶν οὔποτʼ ἂν πάθοις βλάβην.

17# οὐδεὶς ὃ νοεῖς οἶδεν, ὃ δὲ ποιεῖς βλέπει.

18# χάριν λαβὼν μέμνησο καὶ δοὺς ἐπιλαθοῦ.

19# Γνῶθι σεαυτόν

ὅταν εἰδέναι θέλῃς σεαυτὸν ὅστις εἶ,

ἔμβλεψον εἰς τὰ μνήμαθʼ ὡς ὁδοιπορεῖς.

ἐνταῦθʼ ἔνεστʼ ὀστᾶ τε καὶ κούφη κόνις

ἀνδρῶν βασιλέων καὶ τυράννων καὶ σοφῶν

καὶ μέγα φρονούντων ἐπὶ γένει καὶ χρήμασιν

αὑτῶν τε δόξῃ κἀπὶ κάλλει σωμάτων.

κᾆτι οὐδὲν αὐτοῖς τῶνδʼ ἐπήρκεσεν χρόνῳ:

κοινὸν τὸν ῞Αιδην ἔσχον οἱ πάντες βροτοί.

πρὸς ταῦθʼ ὁρῶν γίγνωσκε σαυτὸν ὅστις εἶ.

20 ὁ μὲν ἀγαθὸς ἀνὴρ γένοιτʼ ἄν ποτε καὶ κακός, ὁ δὲ κακὸς ἀνὴρ οὐκ ἄν ποτε γένοιτο κακός· ἔστι γὰρ ἀεί.

21 ἐάν τις ἐπαναστῇ τῷ δήμῳ ἐπὶ τυραννίδι, ἢ τὴν τυραννίδα συγκαταστήσῃ ἢ τὸν δῆμον τὸν ʼΑθηναίων ἢ τὴν δημοκρατίαν τὴν ʼΑθήνησιν καταλύσῃ, ὃς ἂν τὸν τούτων τι ποιήσαντα ἀποκτείνῃ, ὅσιος ἔστω.

22 Better to suffer injustice than to commit it

From the Gorgias of Plato

ΠΩΛΟΣ - ΣΩΚΡΑΤΗΣ

ΠΩΛ. ἦ που ὅ γε ἀποθνῄσκων ἀδίκως ἐλεινός τε καὶ ἄθλιός ἐστιν.

ΣΩ. ἧττον ἢ ὁ ἀποκτείνων, ὦ Πῶλε, καὶ ἧττον ἢ ὁ δικαίως ἀποθνῄσκων.

ΠΩΛ. πῶς δῆτα, ὦ Σώκρατες;

ΣΩ. οὕτως, ὡς μέγιστον τῶν κακῶν τυγχάνει ὂν τὸ ἀδικεῖν.

ΠΩΛ. ἦ γὰρ τοῦτο μέγιστον; οὐ τὸ ἀδικεῖσθαι μεῖζον;

ΣΩ. ἥκιστά γε.

ΠΩΛ. σὺ ἄρα βούλοιο ἂν ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν;

ΣΩ. βουλοίμην μὲν ἂν ἔγωγε οὐδέτερα: εἰ δʼ ἀναγκαῖον εἴη ἀδικεῖν ἢ ἀδικεῖσθαι, ἑλοίμην ἂν μᾶλλον ἀδικεῖσθαι ἢ ἀδικεῖν.

ΠΩΛ. σὺ ἄρα τυραννεῖν οὐκ ἂν δέξαιο;

ΣΩ. οὐκ, εἰ τὸ τυραννεῖν γε λέγεις ὅπερ ἐγώ.

ΠΩΛ. ἀλλʼ ἔγωγε τοῦτο λέγω ὅπερ ἄρτι, ἐξεῖναι ἐν τῇ πόλει, ὃ ἂν δοκῇ αὐτῷ, ποιεῖν τοῦτο, καὶ ἀποκτείνοντι καὶ ἐκβάλλοντι καὶ πάντα πράττοντι κατὰ τὴν αὑτοῦ δόξαν.


μελέτη, -ης, ἡ practice

χρονίζομαι be prolonged

καθίσταμαι+ come into a certain state, become (εἰς + acc.)

Λίβυς, -υος, ὁ Libys (personal name)

ἀπόφθεγμα, -ατος, τό saying

πιαίνω fatten

φήσειε 3 s. aor. opt. of φημί (aor. ἔφησα)

σύμβουλος, -ου, ὁ adviser

πήρα, -ας, ἡ pouch, wallet

κλαίουσι d. pl. pres. pple. act. of κλαίω

ἀνηνύτως ἔχει it is impossible

συμπίπτω+ happen, befall

παλιγκότως (adv.) resentfully

χοὖτος crasis for καὶ οὗτος

ἐπιστάμεσθα = -μεθα

ἀμηχάνως ἔχω be hard/impossible

ἀνανδρία, -ας, ἡ cowardice

ἀνορθόω restore, set right

ἄψυχος, -ον lifeless, dead

ἐξίστημι+ drive out of

ἑκούσιος, -α, -ον willing, deliberate

οἰκονομέω manage

ἐφόδιον, -ου, τό travelling supplies/money

κατατίθημι+ put down/aside, deposit

νοέω think

ἐμβλέπω look at (εἰς + acc.)

ὁδοιπορέω travel, pass by

κᾆτι = καὶ ἔτι

ἐπαρκέω help, assist (+ dat.)

ἔσχον gnomic aorist (from ἔχω)

ἐπανίσταμαι+ rise up against (+ dat.)

συγκαθίστημι+ help to establish

δημοκρατία, -ας, ἡ democracy

ὅσιος, -α, -ον free from pollution, stainless

Πῶλος, -ου, ὁ Polus

ἐλεινός, -ή, -όν to be pitied, pitiable

λέγω mean

ἐξεῖναι (inf. of ἔξεστι) explanatory of τοῦτο, trans. the power to ...

κατὰ τὴν αὑτοῦ δόξαν in accordance with his own judgement

__________ ____________ _____________ ____________________ _____________ ____________ _____________ _______________ ___________ __________ __________ __________ _____________ ________ __ _
(c) Gavin Betts, Alan Henry 2001