Unit 17
1 ἡ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη.
2 # ῥᾷον παραινεῖν ἢ παθόντα καρτερεῖν.
3 ὁ πολλοῖς φοβερὸς ὢν πολλοὺς φοβείσθω.
4 Μαλέαν κάμψας ἐπιλαθοῦ τῶν οἴκαδε.
5 μὴ κακὰ ἰῶ κακοῖς.
6 πυρὸς καὶ ὕδατος ὁ φίλος ἀναγκαιότερος.
7 τῶν πλειόνων ἡ ψῆφος νικᾷ.
8 ζημίαν αἱροῦ μᾶλλον ἢ κέρδος αἰσχρόν.
9 ἄρχε, πρῶτον μαθὼν ἄρχεσθαι.
10 ὦτα τυγχάνει ἀνθρώποις ὄντα ἀπιστότερα ὀφθαλμῶν.
11 ὁ τραχύτατος δὲ συκοφάντης μνᾶς δύο λαβὼν ἄπεισιν ἀρνίου μαλακώτερος.
12 πᾶς τις αὑτὸν τοῦ πέλας μᾶλλον φιλεῖ.
13 εὐτυχῶν μὲν μέτριος ἴσθι, ἀτυχῶν δὲ φρόνιμος.
14 ζῶν μὲν ἐπαινοῦ, ἀποθανὼν δὲ μακαρίζου.
15 φίλοις εὐτυχοῦσι καὶ ἀτυχοῦσι ὁ αὐτὸς ἴσθι.
16 δυστυχῶν κρύπτε σεαυτὸν ἵνα μὴ τοὺς ἐχθροὺς εὐφράνῃς.
17 μηδεὶς ἀγεωμέτρητος εἰσίτω (on the entrance to Plato's Academy).
18# γνῶμαι δʼ ἀμείνους εἰσὶ τῶν γεραιτέρων.
19 πολλάκις δοκεῖ τὸ φυλάξαι τὰ ἀγαθὰ τοῦ κτήσασθαι χαλεπώτερον εἶναι.
20 χρῶ τῇ σεαυτοῦ λύρᾳ, μὴ τῇ τοῦ πέλας.
21 τὸ γῆρας βαρύτερον Αἴτνας.
22 ἀργυραῖς λόγχαις μάχου καὶ πάντων κρατήσεις.
23 καὶ τοῦ μέλιτος τὸ πλέον ἐστὶ χολή.
24# φθείρουσιν ἤθη χρήσθʼ ὁμιλίαι κακαί.
25 Demosthenes disparages Meidias' public services
εἰ μέντοι τί ποτʼ ἐστὶν ἃ λῃτουργεῖ τῇ ἀληθείᾳ δεῖ σκοπεῖν, ἐγὼ πρὸς ὑμᾶς ἐρῶ· καὶ θεάσασθʼ ὡς δικαίως αὐτὸν ἐξετάσω, πρὸς ἐμαυτὸν κρίνων. οὗτος, ὦ ἄνδρες ʼΑθηναῖοι, γεγονὼς ἔτη περὶ πεντήκοντʼ ἴσως ἢ μικρὸν ἔλαττον, οὐδὲν ἐμοῦ πλείους λῃτουργίας ὑμῖν λελῃτούργηκεν, ὃς δύο καὶ τριάκοντʼ ἔτη γέγονα. κἀγὼ μὲν κατʼ ἐκείνους τοὺς χρόνους ἐτριηράρχουν, εὐθὺς ἐκ παίδων ἐξελθών, ὅτε σύνδυʼ ἦμεν οἱ τριήραρχοι καὶ τἀναλώματα πάντʼ ἐκ τῶν ἰδίων ἐδαπανῶμεν καὶ τὰς ναῦς ἐπληρούμεθʼ αὐτοί· οὗτος δέ, ὅτε μὲν κατὰ ταύτην τὴν ἡλικίαν ἦν ἣν ἐγὼ νῦν, οὐδέπω λῃτουργεῖν ἤρχετο, τηνικαῦτα δὲ τοῦ πράγματος ἧπται, ὅτε πρῶτον μὲν διακοσίους καὶ χιλίους πεποιήκατε συντελεῖς ὑμεῖς, εἶτα πληρώματʼ ἡ πόλις παρέχει καὶ σκεύη, ὥστʼ αὐτῶν ἐνίοις τῇ ἀληθείᾳ τὸ μηδὲν ἀναλῶσαι καὶ δοκεῖν λελῃτουργηκέναι καὶ τῶν ἄλλων λῃτουργιῶν ἀτελεῖς γεγενῆσθαι περίεστιν. ἀλλὰ μὴν τί ἄλλο; τραγῳδοῖς κεχορήγηκέ ποθʼ οὗτος, ἐγὼ δʼ αὐληταῖς ἀνδράσιν. καὶ ὅτι τοῦτο τἀνάλωμʼ ἐκείνης τῆς δαπάνης πλέον ἐστὶ πολλῷ, οὐδεὶς ἀγνοεῖ δήπου.
καὶ τῆς μὲν Παράλου ταμιεύων τότε, ὅτε τὴν ἐπὶ Θηβαίους ἔξοδον εἰς Εὔβοιαν ἐποιεῖσθʼ ὑμεῖς, δώδεκα τῆς πόλεως τάλαντʼ ἀναλίσκειν ταχθείς, ἀξιούντων ὑμῶν πλεῖν καὶ παραπέμπειν τοὺς στρατιώτας οὐκ ἐβοήθησεν, ἀλλʼ ἤδη τῶν σπονδῶν γεγονυιῶν, ἃς Διοκλῆς ἐσπείσατο Θηβαίοις, ἧκεν. καὶ τόθʼ ἡττᾶτο πλέων τῶν ἰδιωτικῶν τριήρων μιᾶς· οὕτως εὖ τὴν ἱερὰν τριήρη παρεσκευάκει.
26# Hephaestus reluctantly completes the binding of Prometheus at Might's bidding
Another passage from the beginning of Aeschylus' Prometheus Bound (cf. 15.3)
ΚΡΑΤΟΣ - ΗΦΑΙΣΤΟΣ
ΚΡ. ἀλλʼ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε.
ΗΦ. δρᾶν ταῦτʼ ἀνάγκη: μηδὲν ἐγκέλευʼ ἄγαν.
ΚΡ. ἦ μὴν κελεύσω κἀπιθωύξω γε πρός.
χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ.
ΗΦ. καὶ δὴ πέπρακται τοὖργον οὐ μακρῷ πόνῳ.
ΚΡ. ἐρρωμένως νῦν θεῖνε διατόρους πέδας,
ὡς οὑπιτιμητής γε τῶν ἔργων βαρύς.
ΗΦ. ὁμοῖα μορφῇ γλῶσσά σου γηρύεται.
ΚΡ. σὺ μαλθακίζου, τὴν δʼ ἐμὴν αὐθαδίαν
ὀργῆς τε τραχυτῆτα μὴ ʼπίπλησσέ μοι.
ΗΦ. στείχωμεν, ὡς κώλοισιν ἀμφίβληστρʼ ἔχει.
καρτερέω be steadfast, endure
Μαλέα, -ας, ἡ Cape Malea (the very dangerous southernmost tip of the Peloponnese)
κάμπτω round, double (a cape/headland)
συκοφάντης, -ου, ὁ informer
ἀρνίον, -ου, τό lamb
μαλακός, -ή, -όν soft
ὁ πέλας (only the article is declined) one's neighbour or fellow-creature
εὐφραίνω cheer, gladden
ἀγεωμέτρητος, -ον ignorant of geometry
γεραίτερος, -α, -ον compar. of γεραιός
Αἴτνα, -ας, ἡ Mount Etna (in Sicily)
χρήσθʼ = χρηστά (neut. pl.)
λῃτουργέω perform a public duty/service
πρός (+ acc.) with reference to, in comparison with
μικρόν (adv. acc.) a little
λῃτουργία, -ας, ἡ public service (done at one's own expense)
ἐκ παίδων ἐξέρχομαι pass from [the ranks of the] boys
i.e. reach one's majority
σύνδυο two together
ἀνάλωμα, -ατος, τό expense (τἀναλώματα = τὰ ἀνα-)
δαπανάω spend, defray
πληρόομαι man (of ships)
τηνικαῦτα (adv.) at that time
ἧπται perf. of ἅπτομαι, put on's hand to(+ gen.)
συντελής, -οῦς, ὁ contributor
πλήρωμα, -ατος, τό crew
σκεύη, -ῶν, τά equipment, tackle
ἀναλίσκω (aor. ἀνήλωσα) spend
ἀτελής, -ές exempt from (+ gen.)
περίειμι be the net result
τραγῳδός, -οῦ, ὁ member of a tragic chorus
χορηγέω defray the costs of a chorus, act as choregus
αὐλητής, -οῦ, ὁ flute-player
δαπάνη, -ης, ἡ expense, cost
Πάραλος, -ου, ἡ Paralus (Athenian state galley)
ταμιεύω be paymaster of (+ gen.)
ἔξοδος, -ου, ἡ expedition
Εὔβοια, -ας, ἡ Euboea (island in the Aegean)
ἀξιόω order, instruct
παραπέμπω+ escort
Διοκλῆς, -έους, ὁ Diocles
σπονδὰς σπένδομαι (aor. ἐσπεισάμην) conclude a truce
ἡττάομαι be beaten by (+ gen.)
ἰδιωτικός, -ή, -όν private
μασχαλιστήρ, -ῆρος, ὁ band
ἐγκελεύω+ urge on
ἦ μήν certainly, indeed
# ἐπιθωύσσω ( κἀπι- = καὶ ἐπι-) shout on, hound on
πρός (adv.) as well
σκέλος, -ους, τὸ leg
# κιρκόω secure with hoops or bands
ἐρρωμένως (adv.) vigorously
# θείνω strike
# διάτορος, -ον piercing
ἐπιτιμητής, -οῦ, ὁ (οὑπι- = ὁ ἐπι-) appraiser, overseer
βαρύς, -εῖα, -ύ stern, harsh
γλῶσσα = γλῶττα
# γηρύομαι speak
τραχυτής, -ῆτος, ἡ harshness
ἐπιπλήττω (ʼπι- = ἐπι-) cast as a reproach at (+ dat.)
# στείχω go
ἀμφίβληστρον, -ου, τό fetter, bond
|