.

Extra Reading: Units 6 - 10

Cover
Introduction
Main Index
Links

Extra Reading
2-5


Extra Reading
11-15


Extra Reading
Key 6 - 10


Extra reading for units 6-10

1# χρυσὸς γάρ ἐστιν ὃς βροτῶν ἔχει κράτη.

2# ὁ νοῦς γὰρ ἡμῶν ἐστιν ἐν ἑκάστῳ θεός.

3# φῶς ἐστι τῷ νῷ πρὸς θεὸν βλέπειν ἀεί.

4# χρυσὸς δʼ ἀνοίγει πάντα, καὶ χαλκᾶς πύλας.

5# ὑγίεια καὶ νοῦς ἀγαθὰ τῷ βίῳ πέλει.

6# τί γὰρ καλὸν ζῆν βίον ὃς λύπας φέρει;

7# ἄνευ προφάσεως οὐδὲν ἀνθρώποις κακόν.

8# βίου δικαίου γίγνεται τέλος καλόν.

9# ἐν μυρίοις τὰ καλὰ γίγνεται πόνοις.

10# πολλῶν ὁ καιρὸς γίγνεται διδάσκαλος.

11# ὅστις λέγει μὲν εὖ, τὰ δʼ ἔργʼ ἐφʼ οἷς λέγει

αἴσχρʼ ἐστί, τούτου τὸ σοφὸν οὐκ αἰνῶ ποτέ.

12# μισῶ σοφιστὴν ὅστις οὐχ αὑτῷ σοφός.

13# ἅπαντα τίκτει χθὼν πάλιν τε λαμβάνει.

14# δεῖ τοὺς μὲν εἶναι δυστυχεῖς, τοὺς δʼ εὐτυχεῖς.

15# οὐπώποτʼ ἐζήλωσα πολυτελῆ νεκρόν.

16# ὀχληρός ἐστʼ ἄνθρωπος ἐν νέοις γέρων.

17 ἀνδρῶν ἐπιφανῶν πᾶσα γῆ τάφος.

18 Ἆγις ὁ βασιλεὺς οὐκ ἔφη τοὺς Λακεδαιμονίους ἐρωτᾶν πόσοι εἰσίν, ἀλλὰ ποῦ εἰσιν οἱ πολέμιοι.

19# τὸ γὰρ βρότειον σπέρμʼ ἐφʼ ἡμέραν φρονεῖ

καὶ πιστὸν οὐδὲν μᾶλλον ἢ καπνοῦ σκιά.

20# καλόν γʼ ἀληθὴς κἀτενὴς (= καὶ ἀτενὴς) παρρησία.

21# ὥστε οὔτις ἀνδρῶν εἰς ἅπαντʼ εὐδαιμονεῖ.



# βροτῶν gen. after κράτη (< κράτος, -ους, τό mastery [over])

ἀνοίγω open

# πέλω (usually πέλομαι) be

# αἰνέω praise

οὐπώποτε (adv.) never yet

πολυτελής, -ές given an expensive funeral

ὀχληρός, -ά, -όν troublesome, annoying

ἐπιφανής, -ές famous, renowned

# βρότειος, -ον mortal, human

ἐφʼ ἡμέραν for a day

ἀτενής, -ές straight, earnest

παρρησία, -ας, ἡ freedom of speech

__________ ____________ _____________ ____________________ _____________ ____________ _____________ _______________ ___________ __________ __________ __________ _____________ ________ __ _
(c) Gavin Betts, Alan Henry 2001