Extra reading for units 2-5
1# τυφλόν γε καὶ δύστηνόν ἐστιν ἡ τύχη.
2 ἀπʼ ἐχθρῶν δῆτα πολλὰ μανθάνουσιν οἱ σοφοί.
3 ἐκ τοῦ καρποῦ τὸ δένδρον (sc. is judged).
4# λῦπαι γὰρ ἀνθρώποισι τίκτουσιν νόσους.
5 χαλεποὶ πόλεμοι ἀδελφῶν.
6# ἄγει δὲ πρὸς φῶς τὴν ἀλήθειαν χρόνος.
7# καλὸν τὸ νικᾶν ἀλλʼ ὑπερνικᾶν κακόν.
8# αἱ ἐλπίδες βόσκουσι τοὺς κενοὺς βροτῶν.
9# ἄξεις ἀλύπως τὸν βίον χωρὶς γάμου.
10# γυναικὶ κόσμος ὁ τρόπος, οὐ τὰ χρυσία.
11# δέσποινα γὰρ γέροντι νυμφίῳ γυνή.
12# ἔρως δίκαιος καρπὸν εὐθέως φέρει.
13# καιροὶ δὲ καταλύουσι τὰς τυραννίδας.
14# λύπης ἰατρός ἐστιν ἀνθρώποις λόγος.
15# μισθὸς διδάσκει γράμματʼ, οὐ διδάσκαλος.
16# μεγάλη τυραννὶς ἀνδρὶ τέκνα καὶ γυνή.
17# νύμφη δʼ ἄπροικος οὐκ ἔχει παρρησίαν.
18# πολλοὶ μὲν εὐτυχοῦσιν, οὐ φρονοῦσι δέ.
19# τὸ πολλὰ τολμᾶν πόλλʼ ἁμαρτάνειν ποιεῖ.
20# ὕδωρ θαλάσσης ὁ τρόπος τῶν δυσκόλων.
21# ψυχῆς ὄλεθρός ἐστι σωμάτων ἔρως.
22# ἄγει τὸ θεῖον τοὺς κακοὺς πρὸς τὴν δίκην.
23# γάμος γὰρ ἀνθρώποισιν εὐκταῖον κακόν.
καρπός, -οῦ, ὁ fruit
ὑπερνικάω+ be excessively victorious
κενός, -ή, -όν destitute
ἀλύπως (adv.) without pain or grief
χρυσίον, -ου, τό gold ornament
νυμφίος, -ου, ὁ bridegroom
εὐθέως (adv.) straightaway
νύμφη, -ης, ἡ bride
ἄπροικος, -ον without a dowry
παρρησία, -ας, ἡ freedom of speech
τὸ θεῖον the divine [thing] i.e. God
εὐκταῖος, -α, -ον prayed for, desired
|