Extra reading for units 11-15
1# ἀνὴρ δίκαιός ἐστιν οὐκ ὁ μὴ ἀδικῶν.
2# ἀπῆλθεν γὰρ οὐδεὶς τῶν βροτῶν πλοῦτον φέρων.
3# διπλῶς ὁρῶσιν οἱ μαθόντες γράμματα.
4# ὁ μὴ δαρεὶς ἄνθρωπος οὐ παιδεύεται.
5# ψυχῆς νοσούσης ἐστὶ φάρμακον λόγος.
6# ὦ τρισκακοδαίμων ὅστις πένης ὢν γαμεῖ.
7# τιμώμενοι γὰρ πάντες ἥδονται βροτοί.
8# ψευδόμενος οὐδεὶς λανθάνει πολὺν χρόνον.
9# δύναμις πέφυκε τοῖς βροτοῖς τὰ χρήματα.
10# ὀργὴ φιλοῦντος μικρὸν ἰσχύει χρόνον.
11 μετὰ μαινομένων μαίνεσθαί φασι καλόν.
12# ἀεὶ καλὸς πλοῦς ἐσθʼ ὅταν φεύγῃς κακά.
13 Φωκίων ὁ ʼΑθηναῖος, ἐπεὶ λέγων ποτὲ γνώμην πρὸς τὸν δῆμον εὐδοκίμει καὶ πάντας ἑώρα τὸν λόγον ἀποδεχομένους, ἐπιστραφεὶς πρὸς φίλους εἶπεν, οὐ δήπου κακόν τι λέγων ἐμαυτὸν λέληθα;
14 Ἆγις ὁ βασιλεὺς τῶν Λακεδαιμονίων, ἐπαινουμένων τῶν ʼΗλείων ἐπὶ τῷ τὰ ʼΟλύμπια καλῶς ἄγειν, τί δέ, εἶπεν, ποιοῦσι θαυμαστὸν εἰ διʼ ἐτῶν τεττάρων μιᾷ ἡμέρᾳ χρῶνται τῇ δικαιοσύνῃ;
15 ʼΑνταλκίδας ὁ Λακεδαιμόνιος πρὸς ʼΑθηναῖόν τινα ἀμαθεῖς ἀποκαλοῦντα τοὺς Λακεδαιμονίους, μόνοι γοῦν, εἶπεν, ἡμεῖς οὐδὲν μεμαθήκαμεν κακὸν παρʼ ὑμῶν.
16 More stories about Diogenes
(i) Λυσίου τοῦ φαρμακοπώλου πυθομένου εἰ θεοὺς νομίζει, πῶς δέ, εἶπεν, οὐ νομίζω ὅταν σὲ θεοῖς ἐχθρὸν ἴδω;
(ii) ἐρωτηθεὶς ποῦ τῆς  ̔Ελλάδος ἴδοι ἀγαθοὺς ἄνδρας, ἄνδρας μέν, εἶπεν, οὐδαμοῦ, παῖδας δʼ ἐν Λακεδαίμονι.
διπλῶς (adv.) doubly, i.e. twice as much
δαρείς aor. pass. pple. of δέρω, flay
τρισκακοδαίμων, -ονος thrice unlucky (here nominative in an exclamation, cf. 24.3 l. 12)
ἰσχύω continue, last
Φωκίων, -ωνος, ὁ Phocion
εὐδοκιμέω be popular/acclaimed
ἀποδέχομαι receive favourably
ἐπιστρέφομαι (aor. -εστράφην ) turn round
ʼΗλεῖοι, -ων, οἱ people of Elis, Eleans
ἐπί (+ dat.) forἄγω conduct
θαυμαστός, -ή, -όν wonderful, marvellous
διά (+ gen.) at intervals of, every
ἀποκαλέω call (disparagingly)
γοῦν (particle) at any rate
Λυσίας, -ου, ὁ Lysias
φαρμακοπώλης, -ου, ὁ pharmacist
|