Extra reading for units 16-20
1# πᾶς τις ἀπαίδευτος φρονιμώτατός ἐστι σιωπῶν,
τὸν λόγον ἐγκρύπτων ὡς πάθος αἰσχρότατον.
2# νόμιζε γήμας δοῦλος εἶναι τοῦ βίου.
3# μοχθεῖν ἀνάγκη: τὰς δὲ δαιμόνων τύχας
ὅστις φέρει κάλλιστʼ ἀνὴρ οὗτος σοφός.
4# ἀνδρῶν δὲ φαύλων ὅρκον εἰς ὕδωρ γράφε.
5# ἀνὴρ ἀχάριστος μὴ νομιζέσθω φίλος.
6# πενίας βαρύτερον οὐδέν ἐστι φορτίον.
7# διὰ τῆς σιωπῆς πικρότερον κατηγόρει.
8# ἔργοις φιλόπονος ἴσθι, μὴ λόγοις μόνον.
9# λήσειν διὰ τέλους μὴ δόκει πονηρὸς ὤν.
10# μηδέποτε πειρῶ δύο φίλων εἶναι κριτής.
11# οὐκ ἔσθʼ ὑγιείας κρεῖττον οὐδὲν ἐν βίῳ.
12# ἀρχῆς ἁπάσης ἡγεμὼν ἔστω λόγος.
13# φιλεῖ δʼ ἑαυτοῦ πλεῖον οὐδεὶς οὐδένα.
14# εἰ δʼ εὐτυχῶν τις καὶ βίον κεκτημένος
μηδὲν δόμοισι τῶν καλῶν πειράσεται,
ἐγὼ μὲν οὔποτʼ αὐτὸν ὄλβιον καλῶ,
φύλακα δὲ μᾶλλον χρημάτων εὐδαίμονα.
15# πολλοί σε μισήσουσιν ἂν σαυτὸν φιλῇς.
16#
τεθνᾶσι παῖδες οὐκ ἐμοὶ μόνῃ βροτῶν
οὐδʼ ἀνδρὸς ἐστερήμεθʼ, ἀλλὰ μυρίαι
τὸν αὐτὸν ἐξήντλησαν ὡς ἐγὼ βίον.
17 ἱστορίας γὰρ ἐὰν ἀφέλῃ τις τὸ
διὰ τι καὶ πῶς καὶ τίνος χάριν ἐπράχθη τὸ πραχθὲν
καὶ πότερα εὔλογον ἔσχε τὸ τέλος, τὸ καταλειπόμενον αὐτῆς
ἀγώνισμα μὲν μάθημα δʼ οὐ γίγνεται· καὶ παραυτίκα μὲν τέρπει,
πρὸς δὲ τὸ μέλλον οὐδὲν ὠφελεῖ τὸ παράπαν.
18 Λάκαινά τις ἀκούσασα τεθνάναι τὸν υἱὸν ἐν μάχῃ καθάπερ ἐτέτακτο, κατάθετε αὐτόν, ἔφη, ἀναπληρωσάτω δὲ τὴν ἐκείνου τάξιν ὁ ἀδελφός.
19 ἄλλη Λάκαινα αἰχμαλωτευθεῖσα καὶ ἐρωτωμένη ὑπό τινος, εἰ ἔσται ἀγαθὴ ἂν αὐτὴν ἀγοράσῃ, εἶπεν, κἂν μὴ ἀγοράσῃς.
20 παρʼ Εὐκλείδῃ τις ἀρξάμενος γεωμετρεῖν, ὡς τὸ πρῶτον θεώρημα ἔμαθεν, ἤρετο τὸν Εὐκλείδην, τί δέ μοι πλέον ἔσται ταῦτα μαθόντι; καὶ ὁ Εὐκλείδης τὸν παῖδα καλέσας, δός, ἔφη, αὐτῷ τριώβολον ἐπειδὴ δεῖ αὐτὸν ἐξ ὧν μανθάνει κερδαίνειν.
ἀπαίδευτος, -ον uneducated
ἐγκρύπτω+ hide, conceal
πάθος, -ους, τό misfortune
ἀχάριστος, -ον ungracious, ungrateful
φιλόπονος, -ον industrious, energetic
διὰ τέλους completely, always
πλεῖον poetical form of πλέον
ἄν = ἐάν
τεθνᾶσι = τεθνήκασι
ἐξαντλέω endure to the end, see out
χάριν (acc. used as prep. + gen.) for the sake of, on account of
τίνος χάριν; for what reason?
ἀγώνισμα, -ατος, τό prize essay
τέρπω delight, gladden
κατατίθημι+ lay down
ἀναπληρόω fill up
τάξις, -εως, ἡ post, place (in the battle-line)
αἰχμαλωτεύω capture
ἄν = ἐάν
κἄν = καὶ ἐάν
Εὐκλείδης, -ου, ὁ Euclid
γεωμετρέω study geometry
θεώρημα, -ατος, τό theorem
πλέον ( compar. of πολύς) advantage (lit. more)
τριώβολον, -ου, τό a 3-obol piece, a half drachma
κερδαίνω make profit
τριώβολον, -ου, τό three-obol piece, half a drachma
κερδαίνω make profit
|